Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.19 Joseph. AJ 3.23 (English) >>Joseph. AJ 3.28

3.21δεδιέναι δʼ εἰπὼν οὐχ οὕτως ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, πείσεσθαι γὰρ οὐδὲν κακὸν ἀδίκως ἀποθανών, ἀλλʼ ὑπὲρ αὐτῶν, μὴ διʼ ὧνπερ αὐτὸν βάλλουσι λίθων τοῦ θεοῦ κατακρίνειν νομισθῶσιν, 3.22ἐπράυνεν αὐτοὺς καὶ τῆς μὲν τοῦ βάλλειν ὁρμῆς ἐπέσχε καὶ εἰς μετάνοιαν ὧν ἔμελλον δρᾶν ἔτρεψε. παθεῖν δʼ οὐκ ἀλόγως αὐτοὺς διὰ τὴν ἀνάγκην τοῦτο νομίσας ἔγνω δεῖν ἐφʼ ἱκετείαν τοῦ θεοῦ καὶ παράκλησιν ἐλθεῖν, καὶ ἀναβὰς ἐπί τινα σκοπὴν ᾔτει πόρον τινὰ τῷ λαῷ καὶ τῆς ἐνδείας ἀπαλλαγήν· 3.23ἐν αὐτῷ γὰρ εἶναι τὴν σωτηρίαν αὐτοῦ καὶ οὐκ ἐν ἄλλῳ· συγγινώσκειν δὲ τοῖς νῦν ὑπὸ τῆς ἀνάγκης ὑπὸ τοῦ λαοῦ πραττομένοις φύσει δυσαρέστου καὶ φιλαιτίου τοῦ τῶν ἀνθρώπων ἐν οἷς ἂν ἀτυχῇ γένους ὄντος. θεὸς δὲ προνοήσειν τε ἐπαγγέλλεται καὶ παρέξειν ἀφορμὴν ἣν ποθοῦσι. 3.24Μωυσῆς δὲ τοῦ θεοῦ ταῦτʼ ἀκούσας καταβαίνει πρὸς τὸ πλῆθος· οἱ δʼ ὡς ἑώρων καὶ ταῖς ἐπαγγελίαις ταῖς παρὰ τοῦ θεοῦ γεγηθότα μετέβαλον ἐκ τῆς κατηφείας πρὸς τὸ ἱλαρώτερον, καὶ στὰς ἐκεῖνος ἐν μέσοις ἥκειν ἔλεγε φέρων αὐτοῖς παρὰ τοῦ θεοῦ τὴν περὶ τῶν ἐνεστηκότων ἀπόρων ἀπαλλαγήν. 3.25καὶ μετʼ ὀλίγον ὀρτύγων πλῆθος, τρέφει δὲ τοῦτο τὸ ὄρνεον ὡς οὐδὲν ἕτερον Ἀράβιος κόλπος, ἐφίπταται τὴν μεταξὺ θάλατταν ὑπερελθὸν καὶ ὑπὸ κόπου τε ἅμα τῆς πτήσεως καὶ πρόσγαιον μᾶλλον τῶν ἄλλων ὂν καταφέρεται εἰς τοὺς Ἑβραίους· οἱ δὲ συλλαμβάνοντες ὡς τροφὴν αὐτοῖς τοῦ θεοῦ ταύτην μηχανησαμένου τὴν ἔνδειαν ἰῶνται, καὶ Μωυσῆς ἐπʼ εὐχὰς τρέπεται τοῦ θεοῦ ταχεῖαν καὶ παρὰ τὴν ὑπόσχεσιν ποιησαμένου τὴν ἐπικουρίαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.19 Joseph. AJ 3.23 (English) >>Joseph. AJ 3.28

Powered by PhiloLogic